Select Bible-> Septuagint, Morphologically Tagged Rahlfs'-> 2Ch Chapters 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26, 27, 28, 29, 30, 31, 32, 33, 34, 35, 36,

2Ch 1

1και ενισχυσεν σαλωμων υιος δαυιδ επι την βασιλειαν αυτου και κυριος ο θεος αυτου μετ αυτου και εμεγαλυνεν αυτον εις υψος
 
2και ειπεν σαλωμων προς παντα ισραηλ τοις χιλιαρχοις και τοις εκατονταρχοις και τοις κριταις και πασιν τοις αρχουσιν εναντιον ισραηλ τοις αρχουσι των πατριων
 
3και επορευθη σαλωμων και πασα η εκκλησια μετ αυτου εις την υψηλην την εν γαβαων ου εκει ην η σκηνη του μαρτυριου του θεου ην εποιησεν μωυσης παις κυριου εν τη ερημω
 
4αλλα κιβωτον του θεου ανηνεγκεν δαυιδ εκ πολεως καριαθιαριμ οτι ητοιμασεν αυτη σκηνην εις ιερουσαλημ
 
5και το θυσιαστηριον το χαλκουν ο εποιησεν βεσελεηλ υιος ουριου υιου ωρ εκει ην εναντι της σκηνης κυριου και εξεζητησεν αυτο σαλωμων και η εκκλησια
 
6και ανηνεγκεν εκει σαλωμων επι το θυσιαστηριον το χαλκουν ενωπιον κυριου το εν τη σκηνη και ανηνεγκεν επ αυτο ολοκαυτωσιν χιλιαν
 
7εν τη νυκτι εκεινη ωφθη ο θεος τω σαλωμων και ειπεν αυτω αιτησαι τι σοι δω
 
8και ειπεν σαλωμων προς τον θεον συ εποιησας μετα δαυιδ του πατρος μου ελεος μεγα και εβασιλευσας με αντ αυτου
 
9και νυν κυριε ο θεος πιστωθητω το ονομα σου επι δαυιδ πατερα μου οτι συ εβασιλευσας με επι λαον πολυν ως ο χους της γης
 
10νυν σοφιαν και συνεσιν δος μοι και εξελευσομαι ενωπιον του λαου τουτου και εισελευσομαι οτι τις κρινει τον λαον σου τον μεγαν τουτον
 
11και ειπεν ο θεος προς σαλωμων ανθ ων εγενετο τουτο εν τη καρδια σου και ουκ ητησω πλουτον χρηματων ουδε δοξαν ουδε την ψυχην των υπεναντιων και ημερας πολλας ουκ ητησω και ητησας σεαυτω σοφιαν και συνεσιν οπως κρινης τον λαον μου εφ ον εβασιλευσα σε επ αυτον
 
12την σοφιαν και την συνεσιν διδωμι σοι και πλουτον και χρηματα και δοξαν δωσω σοι ως ουκ εγενηθη ομοιος σοι εν τοις βασιλευσι τοις εμπροσθε σου και μετα σε ουκ εσται ουτως
 
13και ηλθεν σαλωμων εκ βαμα της εν γαβαων εις ιερουσαλημ απο προσωπου σκηνης μαρτυριου και εβασιλευσεν επι ισραηλ
 
14και συνηγαγεν σαλωμων αρματα και ιππεις και εγενοντο αυτω χιλια και τετρακοσια αρματα και δωδεκα χιλιαδες ιππεων και κατελιπεν αυτα εν πολεσιν των αρματων και ο λαος μετα του βασιλεως εν ιερουσαλημ
 
15και εθηκεν ο βασιλευς το χρυσιον και το αργυριον εν ιερουσαλημ ως λιθους και τας κεδρους εν τη ιουδαια ως συκαμινους τας εν τη πεδινη εις πληθος
 
16και η εξοδος των ιππων των σαλωμων εξ αιγυπτου και η τιμη των εμπορων του βασιλεως εμπορευεσθαι ηγοραζον
 
17και ανεβαινον και εξηγον εξ αιγυπτου αρμα εν εξακοσιων αργυριου και ιππον εκατον και πεντηκοντα και ουτως πασιν τοις βασιλευσιν των χετταιων και βασιλευσιν συριας εν χερσιν αυτων εφερον
Home | Search | GSword